Υμνολογία
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τρυφὴν τὴν ἀκήρατον, ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχᾶς
Τριαδικὴ στερρότητι, πολυθεΐαν ἔλυσας ἐκ τῷ περάτων Ἀοίδιμε, τίμιος ἐν Κυρίῳ γενόμενος, καὶ νικήσας τυράννους ἐν Χριστῷ, τῷ Σωτήρι τὸ στέφος εἴληφας τῆς μαρτυρίας σου, καὶ χαρίσματα θείων ἰάσεων, ὡς ἀήττητος.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῶν πόνων μακάριε κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον ἐν Παραδείσῳ τρυφήν, ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος· ὅθεν καὶ ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς πόθῳ καταφεύγουσι Μάρτυς τῇ σκέπῃ σου.
Ἱερὰν πανδαισίαν προτίθεται φιλεόρτων τὸ σύστημα σήμερον, προεόρτια σύμβολα φέρουσαν, τοῦ Κυρίου τεσσαρακονθήμερον τὴν ἐκ Παρθένου φρικτὴν γέννησιν, καὶ πρεσβύτου σεπτοῦ ἐναγκάλισιν, καὶ σεπτοῦ ἀθλοφόρου μνημόσυνα· δι΄αὐτὸν γὰρ τὸν Χριστόν, τελειοῦται νικητικῶς, ὡς ἀήττητος.
Φύλαττε ἐκ βλάβης τε καὶ φθορᾶς, ἡμῶν τὰς ἀμπέλους, καὶ τοὺς κήπους καὶ τὰ φυτά, ὡς μεγίστην χάριν, λαβὼν παρὰ Κυρίου, καὶ δίωκε θηρία Τρύφων τὰ φθείροντα.