Υμνολογία
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τῆς φύσεως θεσμῶ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στερρῶς, ὡς ὀμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὠράθητε, ὦ Εὐλάμπιε, σὺν τὴ σεμνὴ Εὐλαμπία, ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἠμᾶς διασῴζετε.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Εὐλάμπιον, καὶ Εὐλαμπίαν τιμῶμεν, οὗτοι γὰρ τῶν τυραννούντων μηχανουργίας, ᾔσχυναν τῇ δυναστείᾳ τοῦ σταυρωθέντος· ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.
Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες, οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.
Χαίρετε Μαρτύρων σεπτὴ δυάς, Εὐλάμπιε μάκαρ, σὺν τῇ Εὐλαμπίᾳ τῇ ἀδελφῆ, καὶ διακοσίους, Ἁγίους Ἀθλοφόρους, ὑπὲρ ἡμῶν Κυρίῳ, ἀεὶ πρεσβεύσατε.