Υμνολογία
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως ἁγνείας ὤφθης κειμήλιον, καὶ ἀνδρικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, καλλιπάρθενε σεμνὴ Ἁγνὴ πανεύφημε· ὡς γὰρ θυσία καθαρά, προσενήνεξαι αὐτῷ, τελέσασα τὸν ἀγῶνα, διὰ πυρὸς Ἀθληφόρε, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην ἔφλεξας.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας λάμπουσα, μαρμαρυγαῖς ἀκηράτοις, μαρτυρίου ἤνυσας, περιφανῶς τοὺς ἀγῶνας· πίστει γὰρ, καὶ θείῳ ἔρωτι φλεγομένη, ἤνεγκας, πυρὸς τὴν καῦσιν ἀνδρειοφρόνως, καὶ πρὸς φῶς τῆς ἄνω δόξης, Ἁγνὴ θεόφρον, χαίρουσα ἔδραμες.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ῥανίσι τῶν σεπτῶν, καὶ πανάγνων αἱμάτων, ἀπέπνιξας Ἁγνή, Ἀθληφόρε θέοφρον, Βελίαρ τὸν κάκιστον, ἐκχυθέντων σαρκίου σου, ὅθεν εἴληφας, παρὰ Θεοῦ στέφος δόξης· διὸ πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, Μαρτύρων ὁμότροπε.
Ἠ του νυμφίου σου φωνή, καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θέοφρον Ἁγνή, πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ Μαρτύρων τῶν σεπτῶν, ἀξίως συνηρίθμησε· μεθ᾿ ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες, ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Παρθενομάρτυς Ἁγνὴ ἀοίδιμε.
Χαίροις τῆς ἁγνείας ἄνθος τερπνόν, Ἁγνὴ Ἀθληφόρε, νύμφη ἄμωμε τοῦ Χριστοῦ· χαίροις ἡ ὡς θῦμα, Κυρίῳ προσαχθεῖσα, διὰ πυρὸς τελέσασα τὸν ἀγῶνά σου.