Υμνολογία
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συγκλήτου σφαλλομένης παριδῶν τὰ συνέδρια, Σεβαστιανὲ πανολβίαν, συναγείρεις συνέλευσιν, Μαρτύρων ἀληθῶς πανευκλεῶν, σὺν σοῖ καταβαλόντων τὸν ἐχθρόν, μεθ' ὧν θείας συναυλίας ἀξιωθεῖς, φαιδρύνεις τοὺς βοώντας σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῆς εὐσεβείας διαπρέπων τῷ ζήλῳ, μαρτυρικὸν συνασπισμὸν συναγείρεις, ὧν ἐν τῷ μέσῳ ἤστραψας ὡς ἄστρον φαεινόν• ὅθεν καὶ τοῖς βέλεσιν, οἷς ἐτρώθης τὸ σῶμα, τοῦ ἐχθροῦ κατέτρωσας, τὴν καρδίαν καιρίως, Μεγαλομάρτυς Σεβαστιανέ• ὅθεν Χριστός σε, ἐνθέως ἐδόξασε.
Βούλημα τὸ θεῖον ἀποπληρῶν, βουλῆς ἀσεβούντων, ἀπεμάκρυνας σεαυτόν, καὶ σὺν Ἀθλοφόροις, Χριστῷ προσῳκειώθης• ὦ Σεβαστιανέ σε, ὅθεν δοξάζομεν.