Υμνολογία
Ἦχος δ’.
Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδωλων ἔλιπες σεβάσματα· μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βάρβαρα, τυράννων οὐ κατέπτηξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί, Τριάδα σέβω τὴν μίαν θεότητα.
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεσμὰ, βασάνους, φυλακάς, Βαρβάρα παναοίδιμε· Ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει προσιοῦσί σοι.
Τὴν νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Βαρβάραν συνελθόντες τιμήσωμεν ἀξίως, ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως, ἐθαυμάστωσας Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι, Τριάδα σέβω τὴν μίαν θεότητα.
Πατέρα λιποῦσα τὂν δυσσεβῆ, ἐδείχθης θυγάτηρ, Βασιλέως τῶν οὐρανῶν, ὑπὲρ οὗ προθύμως, ἀθλήσασα Βαρβάρα, λυτροῦσαι πάσης νόσου, τοὺς προσιόντας σοι.