Υμνολογία
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τριάδος τῆς Ἁγίας ὀπλίται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν Μαρτύρων, ὠράθητε ἐν ἄθλοις, Σέργιος ὁ θεῖος ἀριστεύς, καὶ Βάκχος ὁ γενναῖος ἀθλητής, διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι' ὑμῶν, πάσιν ἰάματα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὸν νοῦν πρὸς ἐχθροὺς ἀνδρείως παρατάξαντες, τὴν πᾶσαν αὐτῶv ἀπάτην κατελύσατε, καὶ τὴν νίκην ἄνωθεv, εἰληφότες Μάρτυρες πανεύφημοι, ὁμοφρόνως ἐκράζετε. Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ λόγον.
Τὰ τῆς πίστεως ἄνθη, τοὺς νοητοὺς μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Ἐν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ, καὶ κραυγάζω σοι Κύριε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.