Υμνολογία
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μανδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην, ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα· καὶ μεταστάσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Ως Μυροφόρον του Σωτήρος και Μαθήτριαν Μαγδαληνή και Αποστόλων ισοστάσιον. Ανυμνούμεν σε Μαρία και εκβοώμεν. Παρρησίαν κεκτημένη προς τον Κύριον. Καθικέτευε λυτρούσθαι πάσης θλίψεως Τους βοώντας σοι. χαίροις Λόγου Μαθήτρια.
Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτὸν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτὸς σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δὲ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παρρησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.