Υμνολογία
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χαρίτων τοῦ Πνεύματος, καταυγασθεῖς ταὶς αὐγαίς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοὶς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Κατατρυφήσας θεόφρον τῆς ἐγκρατείας, καὶ τῆς σαρκός σου τὰς ὀρέξεις χαλινώσας, ὤφθης τῇ πίστει αὐξανόμενος· καὶ ὡς ζωῆς ἐν μέσῳ, ξύλον Ἐδὲμ ἐξήνθησας, Χαρίτων παμμάκαρ ἱερώτατε.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.