Υμνολογία
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Tῶν ὁσίων ἀκρότης καὶ ἀγγέλοις ἐφάμιλλος ὡς γὰρ ἡγιασμένος ἐδείχθης ἐκ παιδός, Σάββα ὅσιε. Οὐράνιον γὰρ βίον ἀπελθῶν, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντας σοι. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι᾽ ἀρετῆς, Σάββα μακάριε, τῷ σε πρὶν γεννηθῆναι ἐπισταμένῳ· ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστής τε τῆς ἐρήμου ἀξιέπαινος· διὸ κράζω σοι, Χαίροις Πάτερ ἀοίδιμε.
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ τῆς γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας Μακάριε· ὅθεν αἴτησαι, τὸν σόν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Σάββα, θεόφρον Πατὴρ ἡμῶν.
Σοφίας ὑπάρχων βλάστημα, Σάββα Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον· ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ κάρᾳ θεόφρον· ᾧπερ κεκοσμημένος, ἐξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Ὤφθης ὑποτύπωσις καὶ κανών, θεοφόρε Σάββα, ὡς τοῦ Πνεύματος θησαυρός, Ὁσίων Πατέρων, ῥυθμίζων καὶ ἰθύνων, πρὸς κλῆρον ἀφθαρσίας τοὺς πειθομένους σοι.