Υμνολογία
Ἦχος γ’. Θείας πίστεως.
Νίκην ἔστησας, κατὰ τῆς πλάνης, νίκης εἴληφας, ἄφθαρτον γέρας, ἐπαξίως Νικήτα φερώνυμε, σὺ γὰρ νικήσας ἐχθρῶν τὴν παράταξιν, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῆς πλάνης τεμών, τὸ κράτος τῇ ἐνστάσει σου, καὶ νίκης λαβών, τὸ στέφος τῇ ἀθλήσει σου, τοῖς Ἀγγέλοις ἔνδοξε, συναγάλλῃ Νικήτα φερώνυμε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Γνῶσιν ἐνθεὶς τὴ ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.