Υμνολογία
Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
Φερωνύμῳ σου κλήσει καλλωπιζόμενος, ἐλευθερίαν παρέχεις καὶ ἀπολύτρωσιν, τοῖς προσκάμνουσι δεινῶς, ποικίλας θλίψεσιν, Ἐλευθέριε σοφέ, ἱερῶν καλλονή, Μαρτύρων ἡ ὡραιότης· διὸ μὴ παύσῃ βραβεύων, ἀναψυχὴν τοῖς σὲ γαιρέρουσι.
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ σου τὴν μνὴμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.
Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις, χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης, Σιὼν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε ὡς ἀσώματος.