Υμνολογία
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσέβειας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος· ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἀριστέα τοῦ Σωτῆρος πολυθαύμαστον Καὶ παροχέα ἰαμάτων πλουσιόδωρον Ἀνυμνοῦμέν σε προφρόνως Μεγαλομάρτυς. Ἀλλ’ ὡς πέλων ἰατὴρ τῆς κήλης ἄριστος, Ἀσινῆ με ἐκ τῆς βλάβης ταύτης φύλαττε, Ἵνα κράζω σοι, χαίροις Μάρτυς Ἀρτέμιε.
Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.
Τὶς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Δόξαν ὑπατείας ὑπεριδών, τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· διὸ παντοίας βλάβης, ῥύου τοὺς δούλους σου.