Υμνολογία
Ἦχος γ’. Θείας πίστεως.
Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες, οὐ τὸν ζυγὸν τὴ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι' αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὁ εὐδοκήσας ἐκ βυθοῦ ἀπωλείας, πρός εὐσεβείας τόν ἀκρότατον ὅρον, ἀναγαγεῖν σε ἔνδοξε ὡς λίθον ἐκλεκτόν, οὗτος καί τόν βίον σου, τῇ ἀθλήσει λαμπρύνας, χάριν ἰαμάτων σοι, Εὐδοκία παρέχει· ὃν ἐκδυσώπει σῴζεσθαι ἡμᾶς, Ὁσιομάρτυς, Ἀγγέλων ἐφάμιλλε.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Φωτισθεῖσα τῇ αἴγλῃ τῇ θεϊκῇ, τὸν τῆς πλάνης κατέλιπες σκοτασμόν, καὶ βίον ἀνέλαβες, μετὰ σώματος ἄϋλον, χαρισμάτων δὲ θείων, πλησθεῖσα τοῦ Πνεύματος, ἐκ ψιλῆς προσρήσεως, νεκροὺς ἐξανέστησας· ὅθεν ἐπὶ τέλει, μαρτυρίου στεφάνῳ, ἐνθέως κεκόσμησαι, καὶ τὸν δόλιον ᾔσχυνας, Εὐδοκία Ἰσάγγελε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.