Υμνολογία
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ταράσιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.
Ἦχος πλ. δ’.Τὴν Σοφίαν καὶ Λόγον.
Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θῆρας, αἱρέσεων θεόπνευστε, τὴν τῶν σεπτῶν εἰκόνων, τρανώσας προσκύνησιν· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Ταράσιε. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν τῷ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἀγαθοῖς δώρησαί μοι Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθάσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει· Οὐρανομύστα, παμμάκαρ Ταράσιε.