Υμνολογία
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι' ὄμφης οὐρανίου πιστωθεῖς πρὸς τὰ κρείττονα, τοὺς τῆς εὐσέβειας ἀγῶνας, ἄπτοητως διέδραμες· καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, ἀθλήσας Μάρτυς Σῴζων ἄνδρικως· διὰ τοῦτο διασῴζεις ἐκ πειρασμῶν, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ παρασχόντι σοὶ ἴσχυν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἔνεργουντι διὰ σοῦ πάσιν ἰάματα.
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τὸν ἀληθῆ, καὶ θεοφόρον Μάρτυρα, καὶ ἀθλητὴν τῆς εὐσεβείας δόκιμον, συνελθόντες ἀνυμνήσωμεν, μεγαλοφώνως πάντες σήμερον, Σῴζοντα τὸν θεῖον μύστην τῆς χάριτος, ἰάσεων δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ τῷ θεῷ, ὑπὲρ πάντων ἡμῶν.
Ἦχος δ’.
Ταχὺ προκατάλαβε σωθεὶς διὰ πίστεως, Σῴζων πολύαθλε, σωτήριος γέγονας, χειμαζομένων λιμήν, προνοίᾳ Χριστοῦ τοῦ Θεοῦ· βρύεις γὰρ ἰαμάτων, ποταμοὺς τοῖς ποθοῦσι, παύεις ἀρρωστημάτων, τὸν φλογμὸν καθ᾿ ἑκάστην· διὸ τὴν θείαν μνήμην σου, πίστει γεραίρομεν.