Υμνολογία
Θείον βλάστημα, Μαρτύρων πέλων, ηκολούθησας, ασχέτω πόθω, τοις ενθέοις αληθώς τούτων ίχνεσι και του Σωτήρος κηρύξας το όνομα, εθαυμαστώθης σοφέ δι' αθλήσεως. Μάμα ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν τῇ ράβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους· θήρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων, ὅτι πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμόν σε κεκτήμεθα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.