Υμνολογία
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον, σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀγάπης τῷ δεσμῷ, συντεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.
Σιγησάτωσαν, ἤδη σιγησάτωσαν οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεὴς καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν, ἀλλ' ἐκείνας μὲν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος, ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Ήκεν εκ Στροφάδων ως θησαυρός, τη πόλει Ζακύνθου, το Σον Λείψανον το σεπτόν, και καταπλουτίζει, θαυμάτων ενεργείας, των ευσεβών τα στίφη, ω Διονύσιε.